Ancient Greek · ~2 min
2.60.3 to 2.60.4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.60.3-4
Not analysed yet
ἐκκλησίας δὲ μετὰ τοῦτο συναχθείσης, ἐν ᾗ διήνεγκαν ὑπὲρ αὐτοῦ τὰς ψήφους αἱ φυλαὶ κατὰ φράτρας καὶ τῶν πατρικίων ἐπικυρωσάντων τὰ δόξαντα τῷ πλήθει καὶ τελευταῖον ἔτι τῶν ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοῦ δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει τὴν ἀρχήν. τοῦτον τὸν ἄνδρα Ῥωμαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ καὶ δίκαιον γενόμενον ἐν εἰρήνῃ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσαι καὶ τὴν πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε ὑπὲρ αὐτοῦ πολλοὺς καὶ θαυμαστοὺς λέγουσιν ἀναφέροντες τὴν ἀνθρωπίνην σοφίαν εἰς θεῶν ὑποθήκας.