Ancient Greek · ~2 min
Book 2, Chapter 60
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.60.5
Not analysed yet
νύμφην γάρ τινα μυθολογοῦσιν Ἠγερίαν φοιτᾶν πρὸς αὐτὸν ἑκάστοτε διδάσκουσαν τὴν βασιλικὴν σοφίαν, ἕτεροι δὲ οὐ νύμφην, ἀλλὰ τῶν Μουσῶν μίαν. καὶ τοῦτό φασι γενέσθαι πᾶσι φανερόν. ἀπιστούντων γὰρ, ὡς ἔοικε, τῶν ἀνθρώπων κατʼ ἀρχὰς καὶ πεπλάσθαι νομιζόντων τὸν περὶ τῆς θεᾶς λόγον, βουλόμενον αὐτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῦσιν ἐναργές τι μήνυμα τῆς πρὸς τὴν δαίμονα ὁμιλίας διδαχθέντα ὑπʼ αὐτῆς ποιῆσαι τάδε·