Ancient Greek · ~2 min
Book 2, Chapter 64
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.64.5
Not analysed yet
τὰ ἐπίγεια. τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους· ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.