Ancient Greek · ~2 min
Book 2, Chapter 65
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.65.1
Not analysed yet
τὴν γοῦν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ τινὲς ἀνατιθέασι τῶν ἀμηχάνων νομίζοντες εἶναι πόλεως οἰκιζομένης ὑπʼ ἀνδρὸς ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον ἑστίαν κοινὴν τῆς πόλεως, καὶ ταῦτα ἐν Ἄλβᾳ τοῦ κτίστου τραφέντος, ἐν ᾗ παλαιὸν ἐξ οὗ τὸ τῆς θεᾶς ταύτης ἱερὸν ἱδρυμένον ἦν, καὶ τῆς μητρὸς αὐτοῦ θυηπόλου γενομένης τῇ θεῷ· διαιρούμενοί τε διχῇ τὰ ἱερὰ καὶ τὰ μὲν αὐτῶν κοινὰ ποιοῦντες καὶ πολιτικά, τὰ δὲ ἴδια καὶ συγγενικά, διʼ ἄμφω ταῦτά φασι πολλὴν ἀνάγκην εἶναι τῷ Ῥωμύλῳ ταύτην σέβειν τὴν θεόν.