Ancient Greek · ~1 min
Book 2, Chapter 76
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.76.4
Not analysed yet
τὰς ἔχθρας διαλύειν ἠξίουν. τοῦτον οὖν οὐκ ἂν αἰσχυνθείην ἐγὼ τὸν ἄνδρα τῶν ἐπʼ εὐδαιμονίᾳ διαβοηθέντων ἐν τοῖς πρώτοις καταριθμεῖν. γένους τε γὰρ ἔφυ βασιλείου καὶ μορφῆς ἀπέλαυσε βασιλικῆς παιδείαν τε οὐ τὴν περὶ λόγους ἄχρηστον ἤσκησεν, ἀλλʼ ἐξ ἧς εὐσεβεῖν ἔμαθε καὶ τὰς ἄλλας ἐπιτηδεύειν ἀρετάς.