Ancient Greek
Book 2, Chapter 76
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.76.5
Not analysed yet
ἡγεμονίαν δὲ τὴν Ῥωμαίων παραλαβεῖν ἠξιώθη νέος ὢν κατὰ κλέος ἀρετῆς ὑπʼ αὐτῶν ἐπίκλητος ἀχθεὶς καὶ διετέλεσε πειθομένοις ἅπαντα τὸν βίον τοῖς ἀρχομένοις χρώμενος· ἡλικίας δʼ ἐπὶ μήκιστον ἤλασεν ὁλόκληρος οὐδὲν ὑπὸ τῆς τύχης κακωθεὶς καὶ θανάτων τὸν ῥᾷστον ἐτελεύτησεν ὑπὸ γήρως μαρανθείς, ὁμοίου παραμείναντος αὐτῷ τοῦ συγκληρωθέντος ἐξ ἀρχῆς δαίμονος ἕως ἐξ ἀνθρώπων ἠφανίσθη, βιώσας μὲν ὑπὲρ ὀγδοήκοντα ἔτη, βασιλεύσας δὲ τρία καὶ τετταράκοντα, γενεὰν δὲ καταλιπών, ὡς μὲν οἱ πλείους γράφουσιν, υἱοὺς τέτταρας καὶ θυγατέρα μίαν, ὧν ἔτι σώζεται τὰ γένη, ὡς δὲ Γέλλιος Γναῖος ἱστορεῖ θυγατέρα μόνην, ἐξ ἧς ἐγένετο Ἄγκος Μάρκιος ὁ τρίτος ἀπʼ ἐκείνου γενόμενος Ῥωμαίων βασιλεύς.