Ancient Greek · ~2 min
Book 2, Chapter 9
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.9.2
Not analysed yet
παρακαταθήκας δὲ ἔδωκε τοῖς πατρικίοις τοὺς δημοτικοὺς ἐπιτρέψας ἑκάστῳ τῶν ἐκ τοῦ πλήθους, ὃν αὐτὸς ἐβούλετο, νέμειν προστάτην ἔθος Ἑλληνικὸν καὶ ἀρχαῖον, ᾧ Θετταλοί τε μέχρι πολλοῦ χρώμενοι διετέλεσαν καὶ Ἀθηναῖοι κατʼ ἀρχάς, ἐπὶ τὰ κρείττω λαβών. ἐκεῖνοι μὲν γὰρ ὑπεροπτικῶς ἐχρῶντο τοῖς πελάταις ἔργα τε ἐπιτάττοντες οὐ προσήκοντα ἐλευθέροις, καὶ ὁπότε μὴ πράξειάν τι τῶν κελευομένων, πληγὰς ἐντείνοντες καὶ τἆλλα ὥσπερ ἀργυρωνήτοις παραχρώμενοι. ἐκάλουν δὲ Ἀθηναῖοι μὲν θῆτας τοὺς πελάτας ἐπὶ τῆς λατρείας, Θετταλοὶ δὲ πενέστας ὀνειδίζοντες αὐτοῖς εὐθὺς ἐν τῇ κλήσει τὴν τύχην.