Ancient Greek · ~1 min
Book 2, Chapter 9
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.9.3
Not analysed yet
ὁ δὲ Ῥωμύλος ἐπικλήσει τε εὐπρεπεῖ τὸ πρᾶγμα ἐκόσμησε πατρωνείαν ὀνομάσας τὴν τῶν πενήτων καὶ ταπεινῶν προστασίαν, καὶ τὰ ἔργα χρηστὰ προσέθηκεν ἑκατέροις, καὶ φιλανθρώπους καὶ πολιτικὰς κατασκευαζόμενος αὐτῶν τὰς συζυγίας.