Ancient Greek
Book 3, Chapter 18
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.18.3
Not analysed yet
γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν. παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.