Ancient Greek · ~1 min
Book 3, Chapter 19
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.19.1
Not analysed yet
τέως μὲν οὖν ἡσυχία τε καὶ σιγὴ κατεῖχεν ἀμφοτέρας τὰς δυνάμεις· ἔπειτα ἀναβοήσεις τε ἀθρόαι παρʼ ἀμφοτέρων αὐτῶν ἐγίνοντο καὶ παρακελεύσεις τοῖς μαχομένοις ἐναλλὰξ εὐχαί τε καὶ οἰμωγαὶ καὶ παντὸς ἄλλου πάθους ἐναγωνίου φωναὶ συνεχεῖς, αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων,