Ancient Greek · ~2 min
Book 3, Chapter 23
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.10
Not analysed yet
πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν. ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλʼ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι.