Ancient Greek
3.23.8 to 3.23.9
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.8-9
Not analysed yet
εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν. τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα. ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου. καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν· ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.