Ancient Greek · ~3 min
Book 3, Chapter 6
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.6.4
Not analysed yet
εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπʼ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα· νῦν δὲ ἡ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ ὁ χρόνος ἐν ᾧ παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, ὅ τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου.