Ancient Greek · ~2 min
Book 3, Chapter 7
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.7.1
Not analysed yet
ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης. ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστʼ οὐδʼ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις. ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων.