Ancient Greek · ~1 min
Book 3, Chapter 65
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.65.1
Not analysed yet
τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ κατʼ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία. ἑλκομένου δὲ τοῦ χρόνου διʼ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς.