Ancient Greek · ~2 min
Book 3, Chapter 65
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.65.2
Not analysed yet
ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας· ἐπʼ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν· ὥστʼ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν.