Ancient Greek · ~2 min
Book 3, Chapter 65
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.65.6
Not analysed yet
Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν· Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγενικόν· ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς. γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.