Ancient Greek · ~3 min
Book 3, Chapter 66
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.66.1
Not analysed yet
τότε δʼ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ διʼ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δʼ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπʼ οἴκου. καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον.