Ancient Greek · ~2 min
Book 3, Chapter 69
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.69.1
Not analysed yet
ἐνεχείρησε δὲ καὶ τὸν νεὼν κατασκευάζειν τοῦ τε Διὸς καὶ τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς ὁ βασιλεὺς οὗτος εὐχὴν ἀποδιδούς, ἣν ἐποιήσατο τοῖς θεοῖς ἐν τῇ τελευταίᾳ πρὸς Σαβίνους μάχῃ. τὸν μὲν οὖν λόφον, ἐφʼ οὗ τὸ ἱερὸν ἔμελλεν ἱδρύεσθαι, πολλῆς δεόμενον πραγματείας ʽοὔτε γὰρ εὐπρόσοδος ἦν οὔτε ὁμαλός, ἀλλʼ ἀπότομος καὶ εἰς κορυφὴν συναγόμενος ὀξεῖανʼ ἀναλήμμασιν ὑψηλοῖς πολλαχόθεν περιλαβὼν καὶ πολὺν χοῦν εἰς τὸ μεταξὺ τῶν τε ἀναλημμάτων καὶ τῆς κορυφῆς ἐμφορήσας, ὁμαλὸν γενέσθαι παρεσκεύασε καὶ πρὸς ἱερῶν ὑποδοχὴν ἐπιτηδειότατον.