Ancient Greek · ~2 min
Book 3, Chapter 69
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.69.2
Not analysed yet
τοὺς δὲ θεμελίους οὐκ ἔφθασε θεῖναι τοῦ νεὼ χρόνον ἐπιβιώσας μετὰ τὴν κατάλυσιν τοῦ πολέμου τετραετῆ. πολλοῖς δʼ ὕστερον ἔτεσιν ὁ τρίτος βασιλεύσας ἀπʼ ἐκείνου Ταρκύνιος, ὁ τῆς ἀρχῆς ἐκπεσών, τούς τε θεμελίους κατεβάλετο καὶ τῆς οἰκοδομῆς τὰ πολλὰ εἰργάσατο. οὐ μὴν ἐτελείωσε τὸ ἔργον οὐδʼ οὗτος, ἀλλʼ ἐπὶ τῶν ἐνιαυσίων ἀρχόντων τῶν κατὰ τὸν τρίτον ἐνιαυτὸν ὑπατευσάντων τὴν συντέλειαν ἔλαβεν ὁ νεώς.