Ancient Greek · ~2 min
Book 3, Chapter 69
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.69.4
Not analysed yet
ἀποδειξάντων δʼ αὐτῶν τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον, ὃς τότε μὲν ἐκαλεῖτο Ταρπήιος, νῦν δὲ Καπιτωλῖνος, αὖθις ἐκέλευσεν αὐτοὺς διαμαντευσαμένους εἰπεῖν ἐν ὁποίῳ τοῦ λόφου χωρίῳ θέσθαι δεήσει τοὺς θεμελίους. τοῦτο δὲ οὐ πάνυ ῥᾴδιον ἦν· πολλοὶ γὰρ ἦσαν ἐν αὐτῷ βωμοὶ θεῶν τε καὶ δαιμόνων ὀλίγον ἀπέχοντες ἀλλήλων, οὓς ἔδει μετάγειν ἑτέρωσέ ποι, καὶ πᾶν ἀποδοῦναι τῷ μέλλοντι τοῖς θεοῖς τεμένει γενήσεσθαι τὸ δάπεδον.