Ancient Greek · ~1 min
Book 3, Chapter 69
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.69.3
Not analysed yet
ἄξιον δὲ καὶ τὰ πρὸ τῆς κατασκευῆς αὐτοῦ γενόμενα διελθεῖν, ἃ παραδεδώκασιν ἅπαντες οἱ τὰς ἐπιχωρίους συναγαγόντες ἱστορίας. ἐπειδὴ γὰρ ἔμελλε κατασκευάζειν ὁ Ταρκύνιος τὸν γαόν, συγκαλέσας τοὺς οἰωνομάντεις ἐκέλευσε τοῖς ἀνδράσι περὶ αὐτοῦ πρῶτον διαμαντεύσασθαι τοῦ τόπου, τίς ἐπιτηδειότατός ἐστι τῆς πόλεως χῶρος ἱερὸς ἀνεῖσθαι καὶ τοῖς θεοῖς αὐτοῖς μάλιστα κεχαρισμένος.