Ancient Greek · ~2 min
Book 3, Chapter 71
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.71.3
Not analysed yet
ἐποίει τὰ κελευόμενα ὁ μάντις καὶ μετʼ οὐ πολὺ παρῆν αἰσίους εἰληφέναι λέγων οἰωνοὺς καὶ δυνατὴν εἶναι τὴν πρᾶξιν ἀποφαίνων. γελάσας δʼ ὁ Ταρκύνιος ἐπὶ τῷ λόγῳ καὶ προενέγκας ἐκ τοῦ κόλπου ξυρὸν καὶ ἀκόνην λέγει πρὸς αὐτόν, ἑάλωκας, ὦ Νέβιε, φενακίζων ἡμᾶς καὶ καταψευδόμενος τοῦ δαιμονίου καταφανῶς, ὁπότε καὶ τὰς ἀδυνάτους πράξεις τετόλμηκας λέγειν δυνατάς. ἔγωγʼ οὖν διεμαντευόμην, εἰ τῷ ξυρῷ τῷδε τὴν ἀκόνην πλήξας μέσην δυνήσομαι διελεῖν.