Ancient Greek · ~2 min
Book 3, Chapter 71
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.71.4
Not analysed yet
γέλωτος δʼ ἐξ ἁπάντων γενομένου τῶν περὶ τὸ βῆμα οὐθὲν ἐπιταραχθεὶς ὁ Νέβιος ὑπὸ τοῦ τωθασμοῦ τε καὶ τοῦ θορύβου, παῖε θαρρῶν, ἔφη, Ταρκύνιε, τὴν ἀκόνην, ὡς προαιρῇ· διαιρεθήσεται γὰρ ἢ πάσχειν ὁτιοῦν ἕτοιμος ἐγώ. θαυμάσας δὲ ὁ βασιλεὺς τὸ θράσος τοῦ μάντεως φέρει τὸ ξυρὸν κατὰ τῆς ἀκόνης, ἡ δὲ ἀκμὴ τοῦ σιδήρου διʼ ὅλου κατελθοῦσα τοῦ λίθου τήν τε ἀκόνην διαιρεῖ καὶ τῆς κατεχούσης αὐτὴν χειρὸς ἐπιτέμνει τι μέρος.