Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..42
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1-42
Not analysed yet
Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν
καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,
μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ
πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,
οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς
ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,
σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·
πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,
ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο
καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου
Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·
σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·
Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,
Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·
κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο·
ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,
ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.
Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,
εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·
ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο
Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν
πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,
πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·
ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ
ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,
αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·
αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,
ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·
ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν
πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν
ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.
Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν,
τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων.