Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..43-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..89
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..43-89
Not analysed yet
Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων
ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους·
ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει,
συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·
δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων,
ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο
ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,
ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.
Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,
εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων,
ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·
ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος,
Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.
Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο
οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν·
νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας
ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,
ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε
ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
Ὑμεῖς δ᾿ ,Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.
Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.
Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.
Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,
ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·
ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·
τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,
πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον· .