Ancient Greek · ~4 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1161-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1186
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1161-1186
Not analysed yet
Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν,
ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν
ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.
Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης,
καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο.
Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·
ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται
μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι
θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.
Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,
καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·
αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,
ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ
μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.
Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη
ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,
ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν·
ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου,
ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.
Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται.
Ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε, νῆσοι,
ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου
καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα.
Ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης,
ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων
αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.