Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1118-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1160
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1118-1160
Not analysed yet
ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προβολῇσιν ἀναύρων
ἤ που βηρύλλου γλαυκὴν λίθον ἢ ἀδάμαντα
μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν
ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου
καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν·
παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,
ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.
Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·
ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε
ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.
Φράζεο δ᾿ ,ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι
οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης.
Ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε
πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου·
ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς
γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς,
Γάγγης δʼ εἰς αὐγὰς,ὁ δὲ Καύκασος ἐς πόλον ἄρκτων.
Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς
κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ
Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην
συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης.
Τοῖς δ᾿ ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης·
τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες,
Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα
Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες
Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην
δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,
λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο
ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,
πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης.
Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην,
ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·
τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.
Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην
χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος
θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ
Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον
θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων
ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,
ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.
Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,
κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.