Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..271-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..315
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..271-315
Not analysed yet
Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης
ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ
σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,
ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.
Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων
ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.
Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται
ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,
μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου
Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ
λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,
Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.
Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.
Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,
ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,
οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα
κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,
δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.
Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·
τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,
τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου
ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.
Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,
Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης
Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,
πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.
Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται
πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.
Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,
Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,
Ταῦροί θ᾿ ,οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,
στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.
Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·
ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,
Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις
ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ
μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,
ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.
Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο
Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.