Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..316-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..359
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..316-359
Not analysed yet
Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου
ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ
μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα
ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.
Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·
πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,
Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,
αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,
οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,
οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς
Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.
Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης
φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ
μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.
Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·
φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν
ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,
τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.
Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,
γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη
στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν
Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,
Κεμψοί θ᾿ ,οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.
Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα,
πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει
ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο
ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·
ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης
Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει.
Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,
ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·
Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,
οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες,
αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.
Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,
γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης
Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,
Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,
Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην,
Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,
μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.
Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον
ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,
Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.