Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..360-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..404
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..360-404
Not analysed yet
Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,
φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·
ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,
τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.
Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·
τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν
ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,
τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.
Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων
ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,
ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,
ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.
Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,
δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,
μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.
Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι
καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,
ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.
Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,
φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο
παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη
πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται
ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.
Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.
Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,
θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν
Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ
Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,
Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,
οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.
Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,
τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει
κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,
ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.
Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν
κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,
αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον
γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.
Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·
Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,
πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,
ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν,
Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,
εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.