Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..450-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..494
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..450-494
Not analysed yet
Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων
ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,
νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.
Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.
Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,
Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,
ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·
ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.
Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,
Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,
Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,
κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.
Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,
οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.
Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·
ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·
ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.
Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο
εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους
ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα.
Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,
στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα
συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,
Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.
Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ
τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,
ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,
Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.
Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης
εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,
δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,
ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,
ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,
ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.
Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο
Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,
τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν
ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.
Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.
Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ
νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων
καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.