Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..495-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..537
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..495-537
Not analysed yet
Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται,
νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων
δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει.
Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται,
Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα·
Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς
Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη,
πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη,
Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα
καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης
Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν
Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,
φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.
Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου
κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης·
Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι.
τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.
ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.
Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,
ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,
μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.
Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,
Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·
ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,
πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.
Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι
Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί·
ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν
ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών.
Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,
οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,
ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,
καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.
Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,
Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.