Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..538-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..583
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..538-583
Not analysed yet
Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν
ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι
πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.
Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο
ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος
ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,
οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·
κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων
ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·
τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ
ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.
Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι
ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης
ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·
ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,
ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.
Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·
ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·
τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,
ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.
Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν
Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,
Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο
Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην
Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,
νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,
ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.
Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς
δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·
κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην
Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη
νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.
Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες
ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων
ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,
στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,
ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.
Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο
Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,
οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην
Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,
ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.
Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,
νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις·
ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,
ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ·