Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..627-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..667
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..627-667
Not analysed yet
Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,
Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·
τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,
ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου
Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.
Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,
τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.
Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,
ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,
ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε
ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,
οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,
οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.
Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,
οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν
εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι;
Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ
οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο
ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο.
Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα
ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.
Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται
αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,
ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης
ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο,
τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,
πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.
Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,
ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης
συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,
ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,
ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι
τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα
ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.
Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,
πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.