Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..668-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..712
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..668-712
Not analysed yet
Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·
αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·
καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,
ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,
ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·
οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν
ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·
ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας
χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις
χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ
γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.
Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.
Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες
Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο
Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,
τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος
πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,
ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.
Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,
Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.
Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,
Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,
Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον
οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις,
Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,
Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,
ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός,
ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.
Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,
οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,
ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,
καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον
Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν,
καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο,
ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες,
εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων
κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης.
Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη.
Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν,
οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας·
οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν,
οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην
ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου,
ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται.