Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..757-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..802
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..757-802
Not analysed yet
κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.
Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται
ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,
χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.
Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·
φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,
Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου
ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα.
Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,
Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι
δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·
τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν
ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου,
οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται
ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,
καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς
ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας
τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.
Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,
καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.
Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,
Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,
Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει,
Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ.
Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι·
κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω.
Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι,
ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων,
καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο
μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.