Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..803-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..848
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..803-848
Not analysed yet
Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,
οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες·
Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης,
ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,
τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν
ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.
Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης
Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,
εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·
ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται.
ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο
τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,
Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,
Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,
Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,
Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,
Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.
Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης
Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον.
Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων,
ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης
Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,
ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.
Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται
Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων
χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει
τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ
ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·
πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,
ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου
ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο
θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,
ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,
εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·
σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,
σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται
ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.
Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται
πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι
Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·