Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..90-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..134
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..90-134
Not analysed yet
τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·
ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.
Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη
πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,
ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.
Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι
δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,
Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·
σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,
πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,
Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·
ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,
Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.
Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων
Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων
τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·
ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,
τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.
Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·
ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα
μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,
ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.
Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·
ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·
Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς
Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,
οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη
ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·
τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.
Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,
νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη
ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,
νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.
Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,
ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·
σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.
Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους
Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα
ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·
οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,
ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·