Ancient Greek
1 to 7
DIONYSIUS RHODIUS SIVE SAMIUS, Fragmenta 1-7
Not analysed yet
Διονύσιος δὲ ἐv τῷ πρώτῳ τοῦ Κύκλου βύρσαν αὐτὸν (Argum) ἠμφιέσθαι φησι, καὶ κύκλω τὸ σῶμα ὅλον ὠμματῶσθαι. Ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησιν Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε, τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴ δ’ ἔχεν ἔμπεδον αὐτόν. Διονύσιος δὲ ἔθνος Βοιωτίας αὐτούς (τοὺς Σπαρτούς) φησιν. λόχευμα] ἀκολουθεῖν δοκεῖ τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὃ κυκλογράφος φησί. Φερεκύδης δὲ. . . (v. fr. 93), ὃ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα προσαγαγόντα τὸ ποιμνίον τῷ Ἀτρεῖ ἀνταποκαλεῖ. Διονύσιος ἐv πρώτῳ Κύκλων Θηρίμαχον καὶ Δηικόωντα (sc. Ἡρακλέος ἐκ Μεγάρας παῖδας ἀναγράφει). Εὐριπίδης δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον. Πολλοὶ δ’ ἂv τάχα που θαυμάσειαν εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τοῦ. Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου. Καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι. Φησὶ γὰρ Διονύσιος χρησμοῖς Ἀπόλλωνος ἀκολουθησάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, Καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα. Διονύσιος δ ̓ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη, γράφων οὕτως· «Καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα, πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.» Διονύσιος δ ̓ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. Φησὶ γὰρ, ὡς Ὀδυσσεὺς, πληρώσας κυμβίον ἀκράτου, ὤρεξε τῷ Κύκλωπι.