Ancient Greek
111.1 to 114.3
Dionysius Thrax Gramm., Ars Grammatica 111.1-114.3
Unproofread scanNot analysed yet
ζύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα · β γ δ ζ θ κ λ μ ν ξ π ρ ς τ φ χ ψ. ζύμφωνα δὲ †λέγονται, ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συντασσόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ. Τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ · ζ ξ ψ λ μ ν ρ ς. ἡμίφωνα δὲ λέγεται, ὅτι παρ’ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς. Ἄφωνα δέ ἐστιν ἐννέα· β γ δ κ π τ θ φ χ· ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶν κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον. Τούτων ψιλὰ μέν ἐστι τρία, κ π τ, δασέα τρία, θ φ χ, μέσα δὲ Τῶν δὲ φωνηέντων μακρὰ μέν ἐστι δύο, ἢ καὶ ῦ, βραχέα δύο, ἓ καὶ ὃ, δίχρονα τρία, ἃ ἵ ῦ. δίχρονα δὲ λέγεται, ἐπεὶ ἐκτείνεται καὶ 5 custέλλεται. Προτακτικὰ φωνήεντα πέντε· ἃ ἓ ἢ ὃ ῦ. προτακτικὰ δὲ λέγεται, 5 ὅτι προτασσόμενα τοῦ ῑ καὶ ῦ συλλαβὴν ἀποτελεῖ, οἷον ἃϊ ἃῦ. ὑποτακτικὰ δύο· ῑ καὶ ῦ. καὶ τὸ ῦ δὲ ἐνίοτε προτακτικόν ἐστι τοῦ ῑ, ὡς ἐν τῷ μυῖα καὶ ἄρπυια. Δίφθογγοι δέ εἰσιν ἕξ· ἃϊ ἃῦ εἴ εὖ οἴ ῦυ. χλαῖνάν τε χιτῶνά τε ἔννυτ’ Ὀδυσσεύσ’ <e 229>, τὸ δὲ ὃ τῷ τ̅· «Ὡς ἔφαθ’· οἱ δ’ ἄρα πάντες τ̅ ἀκὴν ἐγένοντο σιωπῇ» <f 95>. Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία· ζ̅ ξ̅ ψ̅. διπλᾶ δὲ εἶρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ̅ ἐκ τοῦ ϛ̅ καὶ δ̅, τὸ δὲ ξ̅ ἐκ τοῦ κ̅ καὶ ϛ̅, τὸ δὲ ψ̅ ἐκ τοῦ π̅ καὶ ϛ̅. Ἀμετάβολα τέσσαρα· λ̅ μ̅ ν̅ ῥ̅. ἀμετάβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. —