Ancient Greek
354.5
Dionysius, Epistulae 354.5
Unproofread scanNot analysed yet
β'. Διονυσίῳ. Αὐτὴν ἐδάκρυσα τὴν γῆν, ἐπειδὴ τὴν σὴν ἤκουσα σιωπὴν· εἰ γὰρ ὁ κύκνος σιγᾷ, τὶς ἀξεταὶ μουσικὴν; εἰ δὲ μεγαλόφωνος Διονύσιος μικρὰ φθέγγεται, τὶς οὐ σιωπήσεται; ὡς ἔδει τὴν ψυχὴν πολλοῖς σώμασιν ἐνηχεῖν, ὅπως ἂν ἢ τοῦτο κάμοι πρὸς ὑπηρεσίαν τῆς τέχνης· δεινὸν γὰρ εἰ τις ἄριστος αὐλητὴς κατεαγότων αὐτῷ τῶν αὐλῶν δι' ἀπορίαν ὀργάνων εἰς θέατρον μὴ καταβαίνει.