Ancient Greek
356.8 to 357.5
Dionysius, Epistulae 356.8-357.5
Unproofread scanNot analysed yet
ἔε’. Πλακιδιανῷ. Ἡδη σοι γράψας ἐπιθυμοῦντι τὸ μὲν ἡδέως δεχθήναι τὴν ἐπιστολὴν παρὰ τοῦ κομισάντος ἔμαθον, παρὰ σοῦ δὲ οὐδέν, ὥστε ἐξ ὧν μὲν οὐκ ἀπεκρίνω, συμβουλεύεις ἐτι μὴ γράφειν· ἐπεὶ δὲ καὶ ὁ νῦν αἰτήσας ἀπὸ τῶν ὁμοίων ὧνπερ καὶ ὁ πρότερος ἤτει, πάλιν σοι γράφω, τὴν δὲ ἐγκαλοῦσαν οὐ πέμψω. ιζ'. Λεοντίῳ. Οὐ παύσομαι γράφων, ἕως ἂν ἀπειπώμεν ἐγὼ μὲν γράφων, σὺ δὲ ἐνοχλούμενος, ὅπως ἂν καὶ μάθω βε-βαίως, εἰ δεῖ με περὶ ὧν ἐδεξόμην τὴν ἐλπίδα τηρεῖν ἢ μᾶλλον ἀποβαλεῖν. κβ'. Νείλῳ. Συνὼν μὲν ἐλύπεις, ἀποδημήσειν γὰρ ἠπείλεις· ἀποδημῶν δὲ νῦν ἀδикеῖς· τῶν γὰρ ἐν τῇ συνθείᾳ τερπνῶν ἀποστερεῖς. ἀλλὰ μὴν καὶ γράφων ἐγένου βαρύτερος· τὸ γὰρ ἧδὺ τῆς ἐλπίδος ἀνήρηκας. ὥστε οὐκ ἂν ἔχοις εἰπεῖν πότε ἡμᾶς οὐκ ἠνίασας. κγ'. Καλλιόπιῳ. Μεῖζόν με λυπεῖς ὧν ὤφελήσας, οὐ γράφων ἐξ ὅτου ὤφελήσας. ὥστ' εἰ τὸ τυχεῖν ἀγαθῶν τοὺς ποθοῦμέ-νους παρασκευάζει σιγῶν, κινδυνεύω μᾶλλον ἀγαπᾶν τὴν βραδύτητα τοῦ τάχους, εἰ μέλλοιεν οἱ γνωσιώτατοι Ἔσχον μὲν τινὰ λύπην ἄχρι τοῦ παρόντος καὶ δι-καίαν πρὸς σέ, τὴν δὲ αἰτίαν οὐκ ἀγνοεῖς: εἰ δὲ ἀγνοεῖς, ἀναμνήσω. γεωργοὺς ἐμοὺς ἐθοῦθεις ἀδικοῦσιν ἐμέ. παυσάμενος οὖν τοῦ λυπεῖν ἐπανήγαγες αὐθίς εἰς τὸ φιλεῖν. φιλήσω δὲ ἐτι μᾶλλον χάριτί, εἰ μελήσει σοι τῶν ἐμῶν, ἀλλὰ μὴ τῶν ἀδικοῦντων ἐμέ. ιη'. Δημοφίλῳ. Ἄρχε μὲν εὐτυχῶς, εὐτυχῆσεις δὲ ὡν ἀγαθός, ἐπεὶ καὶ φιλεῖ τὸ θεῖον τοὺς ἀγαθούς. τὸ δὲ μεμνῆσθαι τῶν φίλων, εἴπερ ἄλλο τι, καὶ τοῦτο βέβαιον παρὰ σοί. ἀλλὰ τῶν πραγμάτων ἀρελκόντων εἰς λήθην ἔδωκα διπλὴν ἀνάμνησιν ὧν παρεκάλεσα, καὶ τὸν ἐπιδιόντα καὶ τὸ διδόμενον. ιθ'. Ἀραβιανῷ. Ἡ μὲν ἐπιστολὴ γέγραπται παρ' ἐμοῦ, τὴν χάριν δὲ οὐκ αὐτῷ μόνος, ἀλλὰ πολλοὶ δέονται μετ' ἐμοῦ. σκόπησον οὖν ὅπως μήτε τὴν ἐπιστολὴν τοῖς αἰ-τήσασιν καταλίπωμεν, μήτε οἱ δεηθέντες ὑμῶν ἀπο-τύχωσι δι' ἐμέ.