Ancient Greek
363.3
Dionysius, Epistulae 363.3
Unproofread scanNot analysed yet
νδ´. Τρόπος ἀγαθὸς οὔτε μεταβάλλεται ταῖς εὐτυχίαις οὔτ’ ἐπιλανθάνεται φιλίας, βελτίων δὲ τύχης ἀπάσης καθέστηκε. ταῦτα μάλιστα ἡ σὴ φύσις λογιζομένη καὶ χαλῶς διὰ τούτων εὐδοκιμοῦσα τῶν λογισμῶν ἐπιδείξει μήτ’ ἐπιλελησμένη φιλοῦντος μήτ’ ἀμελοῦσα γράφοντος. αὐτῷ δὲ τὸν Ἰωάννην ὄντα μοι φίλον ἰδεῖν ἤδεως ἔμαθες καὶ δεῖξαι προθυμίαν ἐγ’ οἷς δεῖται βοηθείας ἐταιρίας ἐπιδεομένην. ὡς ἐγὼ ἀπὸ τούτων καὶ θαυμάσομαί σε καὶ τὴν παρουσίαν συνεύχομαι τύχην μηδέποτε παύσασθαι.