Ancient Greek
363.7 to 364.2
Dionysius, Epistulae 363.7-364.2
Unproofread scanNot analysed yet
νϛ´. Τὴν θεοφίλειαν ἐγὼ τὴν σὴν καὶ γράφουσαν φιλῶ καὶ μὴ γράφουσαν, καὶ τὴν ταύτης οὐ μιμήσομαι σιωπὴν. τοσούτῳ δὲ μᾶλλον πειράσομαι γράφειν, ὅσω ἐφυλασσομένη παθεῖν ἂ τοὺς λοιποὺς καταμέμφομαι. νζ´. διὰ φροντίδος μὲν γὰρ ἡμεῖς τὸ σὸν μέγεθος ἔχομεν, ὑμεῖς δ' ἴσως οὐδὲ γινώσκετε. καὶ μὴ θαυμάσῃς εἰ πρὸς ἀδίκον σιωπὴν δοκεῖ τραχύτερον ἐπιστέλλειν· εὔνοια γὰρ ἀμεληθεῖσα τῷ σχήματι τῆς ἐπιεικείας ἐμμένειν οὐ πέφυκεν. Μόλις μὲν, πάρειστι· δ' ὅμως ὅπερ ἐδουλόμην εὐτύχημα, καὶ σεμνύνομαι γράμμασιν ὑμετέροις, καὶ τὴν ἐπὶ τῷ πρότερον ἀμεληθῆναι λύπην ἢ τῶν νῦν γραμ- Ἡ ἀφρωνία μὲν ἴσως ἡμῶντε τοῖς παρούσι δυσκόλοις, καὶ καιρὸν ἴσως ἀδίκον σιωπὴ θεραπεύει δικαίως· ἀλλ' ἐπεὶ τὰ παρόντα λυπηρὰ δεῖται φαρμάκων, δοῦν δ' ἂν ἱκανὸν εἰς θεραπείαν ἡμῖν ὁ σὸς ἄγγελος εὐξάμενός τε καὶ γράφειν ἐλόμενος, ἡμεῖς μὲν ἴδού γεγράφαμεν, ἐπίστελλε δὲ καὶ αὐτὸς καὶ μὴθ' ἡμᾶς ἢ λήθη μήτε τὴν ἐπηγγελμένην εὔνοιαν μιμουμένη τὸν καιρὸν ἀδικεῖτω.