Ancient Greek
364.5
Dionysius, Epistulae 364.5
Unproofread scanNot analysed yet
ξα. Οὐδὲν ὑμᾶς ἀνέμνησε τῶν ἡμετέρων, οὐ χρόνος οὕτω μακρός, οὐ καιρὸς τῶν ἑορτῶν, οὐκ ἀνάγκη, παλαιοτέρας εὔνοιας, οὐ ξένοι πολλὰχίς ἡμῖν ὅτι μὴ πάρεστε συναλγοῦντες. πράττετε δὲ μετὰ τοῦ συμφέροντος τὸ δοκοῦν. ἐγὼ γὰρ ὑμῖν μὲν συνεύχομαι, ἐμαυτὸν δ' ὀδύρομαι καὶ μισῶ τὰ ἀνθρώπινα, τῶν μὲν λυπηρῶν ἐπιρρεόντων ἀεί, τῶν βελτιόνων δὲ βεβαίως ἔχειν οὐδαμοῦ πεφοχότων.