Ancient Greek
364.9 to 365.3
Dionysius, Epistulae 364.9-365.3
Unproofread scanNot analysed yet
ξγ. μάτων ἀπελήλακεν ἡδονή. τῷ δὲ τῆς ἐπιστολῆς αἰτίῳ νέῳ πειρασόμεθα τοσούτῃ εἰσενεγκεῖν προθυμίαν, ὅσην αὐτὸς ἐκόμισε εὐτυχίαν· οὕτω γὰρ τὰ ὑμέτερα γράμματα δίκαιον ὀνομάζεσθαι. Τὸ μὲν τῆς τύχης ἄνισον παρήνει μοι δεδιέναι τὴν παρρησίαν, ἐνίκησε δὲ μᾶλλον ὑπὸ τῆς εὐνοίας ἢ θρασύτης ἢ διὰ τύχην ὁ φόβος, καὶ γίνεται κατηγορία μὲν ἐμή, πραότης δὲ ὑμετέρα τῆς ἐπιστολῆς ἢ προπέτεια. Ἀκούω σε φιλανθρώπου τῆς τύχης πειράσθαι καὶ τῇ φήμῃ συνήδομαι καὶ τὰ βελτίω παραμεῖναι ἐπιύχομαι, μελέτω δέ σοι καὶ τῶν δικαίων ἄμα καὶ τῶν ἐν τοῖς τρόποις ἐπαίνων, ὡς ἂν ἐπίδειγθῃς ἔχων τὴν εὐτυχίαν ὀφειλομένην, οὐ πλεονομένην.