Ancient Greek
Paragraph 21
Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448) 21
Not analysed yet
Ἔστω ὀκτάγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ ι· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· τὰ ι ἐφʼ ἑαυτά, γίνονται ρ· ταῦτα ἐπὶ τὰ κθ, γίνονται β̣?· τούτων ποιῶ πάντοτε τὸ Ϛʹ, γίνονται υπγ γʹ· τοσοῦτον ἔσται τὸ ἐμβαδὸν τοῦ ὀκταγώνου.