Ancient Greek
Paragraph 65
Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448) 65
Not analysed yet
Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν· πάντοτε τὴν πλευρὰν δωοδεκάκις, γίνονται ρ· καὶ μερίζω καθολικῶς, ὡς προεῖπον· ὧν εʹ, γίνονται κ. τοσοῦτον ἡ διάμετρος τοῦ ὀκταγώνου. Ἔστωο ἐννάγωνον καὶ ἐχέτω τὴν διάμετρον κ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποίει οὕτως· πάντοτε τὴν διάμετρον τριπλασίαζε, γίνονται ξ· ἄρτι μερίζω· ὧν θʹ, γίνονται Ϛ ??. τοσοῦτον ἡ πλευρά.