Ancient Greek
246.3 to 246.4
DIOSCORIDES, Fragmenta 246.3-4
Unproofread scanNot analysed yet
καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρὸ τοῦ. Καὶ θεοὺς δὲ ἀπλῆν ἀποδίδωσι δίαιταν, νέκταρ καὶ ἀμβροσίαν. Καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιθανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. Καὶ τῆς ἀπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλῆστος ἀπολαύοντας παρίστησιν, ἀλλ’ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιροῦσι τὰς πληγμονάς. Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἕρον ἔντο, καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἱ μὲν ἐξώρμων ἐπὶ μελέτῃν ἀθλητικὴν, δίσκοισι τερπόμενοι καὶ αἰγανάσις, τῇ παιδὶ δὲ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἱ δὲ κιθαροδῶν ἡρωοῦντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων.